Περὶ των Αρχών καὶ των Αρχαγγέλων καὶ των Αγγέλων καὶ περὶ της τελευταίας αὐτών Ιεραρχίας
Ετικέτες πατρολογία - διονύσιος ο αρεοπαγίτης
ΚΕΦΑΛΑΙΟΝ Θ΄
Περὶ τῶν ἀρχῶν καὶ τῶν ἀρχαγγέλων καὶ τῶν ἀγγέλων καὶ περὶ τῆς τελευταίας αὐτῶν ἱεραρχίας
1. Λοιπὸς ἡμῖν εἰς θεωρίαν ἱερὰν διάκοσμος ὁ τὰς ἀγγελικὰς συγκλείων ἱεραρχίας ὁ πρὸς τῶν θεοειδῶν ἀρχῶν ἀρχαγγέλων τε καὶ ἀγγέλων διακοσμούμενος. Καὶ πρώτας μὲν εἰπεῖν ἀναγκαῖον οἶμαι κατὰ τὸ ἐμοὶ δυνατὸν τὰς τῶν ἁγίων αὐτῶν ἐπωνυμιῶν ἐκφαντορίας. ᾽Εκφαίνει γὰρ ἡ μὲν τῶν οὐρανίων ἀρχῶν τὸ θεοειδῶς ἀρχικὸν καὶ ἡγεμονικὸν μετὰ τάξεως ἱερᾶς καὶ ταῖς ἀρχικαῖς πρεπωδεστάτης δυνάμεσι καὶ τὸ πρὸς τὴν ὑπεράρχιον ἀρχὴν αὐτάς τε ὁλικῶς ἐπεστράφθαι καὶ ἑτέρων ἀρχικῶς ἡγεῖσθαι καὶ τὸ πρὸς αὐτὴν ἐκείνην ὡς δυνατὸν ἀποτυποῦσθαι τὴν ἀρχοποιὸν ἀρχὴν ἀναφαίνειν τε τὴν ὑπερούσιον αὐτῆς ταξιαρχίαν τῇ τῶν ἀρχικῶν εὐκοσμίᾳ δυνάμεων.
2. Ἡ δὲ τῶν ἁγίων ἀρχαγγέλων ὁμοταγὴς μέν ἐστι ταῖς οὐρανίαις ἀρχαῖς· ἔστι γὰρ αὐτῶν τε καὶ τῶν ἀγγέλων ὡς ἔφην ἱεραρχία μία καὶ διακόσμησις. Πλὴν ἐπείπερ οὐκ ἔστιν ἱεραρχία μὴ καὶ πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις ἔχουσα, ἡ τῶν ἀρχαγγέλων ἁγία τάξις κοινωνικῶς τῇ ἱεραρχικῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβάνεται. Ταῖς τε γὰρ ἁγιωτάταις ἀρχαῖς κοινωνεῖ καὶ τοῖς ἁγίοις ἀγγέλοις, ταῖς μὲν ὅτι πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπέστραπται καὶ πρὸς αὐτὴν ὡς ἐφικτὸν ἀποτυποῦται καὶ τοὺς ἀγγέλους ἑνοποιεῖ κατὰ τὰς εὐκόσμους αὐτῆς καὶ τεταγμένας καὶ ἀοράτους ἡγεμονίας, τοῖς δὲ ὅτι καὶ τῆς ὑποφητικῆς ἐστι τάξεως, τὰς
θεαρχικὰς ἐλλάμψεις ἱεραρχικῶς διὰ τῶν πρώτων δυνάμεων ὑποδεχομένη καἵ τοῖς ἀγγέλοις αὐτὰς ἀγαθοειδῶς ἀγγέλουσα καὶ δι' ἀγγέλων ἡμῖν ἀναφαίνουσα κατὰ τὴν ἱερὰν ἑκάστου τῶν θείως ἐλλαμπομένων ἀναλογίαν. Οἱ γὰρ ἄγγελοι, καθὼς ἤδη προειρήκαμεν, συμπληρωτικῶς ἀποπερατοῦσιν τὰς ὅλας τῶν οὐρανίων νοῶν διακοσμήσεις, κατὰ τὸ τελευταῖον ὡς ἐν οὐρανίαις οὐσίαις ἔχοντες τὴν ἀγγελικὴν ἰδιότητα καὶ μᾶλλον πρὸς ἡμῶν ἄγγελοι παρὰ τοὺς προτέρους οἰκειότερον ὀνομαζόμενοι ὅσῳ καὶ περὶ τὸ ἐμφανέστερον αὐτοῖς ἐστιν ἡ ἱεραρχία καὶ μᾶλλον περικόσμιος. Τὴν μὲν γὰρ ὑπερτάτην, ὡς εἴρηται, διακόσμησιν ὡς τῷ κρυφίῳ πρωτοταγῶς πλησιίχζουσαν κρυφιοειδῶς οἰητέον ἱεραρχεῖν τῆς δευτέρας, τὴν δὲ δευτέραν, ἣ συμπληροῦται πρὸς τῶν ἁγίων κυριοτήτων καὶ δυνάμεων καὶ ἐξουσιῶν, τῆς τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων ἱεραρχίας ἡγεῖσθαι, τῆς πρώτης μὲν ἱεραρχίας ἐμφανέστερον, τῆς δὲ μετ' αὐτὴν κρυφοειδέστερον, τὴν δὲ τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων ἐκφαντορικὴν διακόσμησιν ταῖς ἀνθρωπίναις ἱεραρχίαις δι' ἀλλήλων ἐπιστατεῖν, ἵν' ᾖ κατὰ τάξιν ἡ πρὸς Θεὸν ἀναγωγὴ καὶ ἐπιστροφὴ καὶ κοινωνία καὶ ἕνωσις καὶ μὴν καὶ ἡ παρὰ Θεοῦ πάσοιις ταῖς ἱεραρχίαις ἀγαθοπρεπῶς ἐνδιδομένη καὶ κοινωνικῶς ἐπιφοιτῶσα μετ' εὐκοσμίας ἱερωτάτης πρόοδος. Ἔνθεν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν ἀγγέλοις ἀπονενέμηκεν, ἄρχοντα τοῦ Ἰουδαίων λαοῦ τὸν Μιχαὴλ ὀνομάζουσα καὶ ἄλλους ἐθνῶν ἑτέρων. «Ἔστησε» γὰρ ὁ ῞Υψιστος «ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ».
3. Εἰ δέ τις φαίη· καὶ πῶς ὁ τῶν Ἑβραίων λαὸς ἀνήγετο μόνος ἐπὶ τὰς θεαρχικὰς ἐλλάμψεις;» ἀποκριτέον ὅτι μὴ τὰς τῶν ἀγγέλων εὐθείας ἐπιστασίας αἰτιάσασθαι χρὴ τῆς τῶν ἑτέρων ἐθνῶν ἐπὶ τοὺς οὐκ ὄντας θεοὺς ἀποπλανήσεως, ἀλλ' αὐτοὺς ἐκείνους οἰκείαις ῥοπαῖς ἐκ τῆς ἐπὶ τὸ θεῖον εὐθείας ἀναγωγῆς ἀποπεπτωκότας τῇ φιλαυτίᾳ καὶ αὐθαδείᾳ, καὶ τῇ τῶν αὐτοῖς δοκούντων θεοπρεπῶν ἀναλόγῳ σεβασμιότητι. Τοῦτο μαρτυρεῖται καὶ αὐτὸς ὁ τῶν Ἑβραίων λαὸς πεπονθέναι. «Ἐπίγνωσιν γὰρ Θεοῦ», φησιν, «ἀπώσω, καὶ ὀπίσω τῆς καρδίας σου ἐπορεύθης». Οὐδὲ γὰρ ἠναγκασμένην ἔχομεν ζωὴν οὐδὲ διὰ τὴν τῶν προνοουμένων αὐτεξουσιότητα τὰ θεῖα φῶτα τῆς προνοητικῆς ἐλλάμψεως ἀπαμβλύνεται. Ἀλλ' ἡ τῶν νοερῶν ὄψεων ἀνομοιότης τὴν ὑπερπλήρη τῆς πατρικῆς ἀγαθότητος φωτοδοσίαν ἢ παντελῶς ἀμέθεκτον ποιεῖ καὶ πρὸς τὴν αὐτῶν ἀντιτυπίαν ἀδιάδοτον ἢ τὰς μετουσίας ποιεῖ διαφόρους, μικρὰς ἢ μεγάλας, ἀμυδρὰς ἢ φανὰς τῆς μιᾶς καὶ ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης καὶ ὑπερηπλωμένης πηγαίας ἀκτῖνος. ᾽Επεὶ ὅτι γε καὶ τῶν ἑτέρων ἐθνῶν, ἐξ ὧν καὶ ἡμεῖς ἀνενεύσαμεν ἐπὶ τὸ πᾶσιν ἑτοίμως εἰς μετάδοσιν ἀναπεπταμένον τοῦ θεαρχικοῦ φωτὸς ἄπειρόν τε καὶ ἄφθονον πέλαγος, οὐκ ἔκφυλοί τινες ἐπεστάτουν θεοί, μία δὲ πάντων ἀρχὴ καὶ πρὸς ταύτην ἀνῆγον τοὺς ἑπομένους οἱ καθ᾽ ἕκαστον ἔθνος ἱεραρχοῦντες ἄγγελοι, τὸν Μελχισεδὲκ ἐννοητέον ἱεράρχην ὄντα φιλοθεώτατον οὐ τῶν οὐκ ὄντων, ἀλλὰ τοῦ ὄντως ὄντος ὑψίστου Θεοῦ. Καὶ γὰρ οὐχ ἁπλῶς τὸν Μελχισεδὲκ οἱ θεόσοφοι οὐ φιλόθεον μόνον ἀλλὰ καὶ ἱερέα κεκλήκασιν ἢ ἵνα τοῖς ἐχέφροσιν ἐναργῶς ἐμφαίνωσιν ὅτι μὴ μόνον αὐτὸς ἐπὶ τὸν ὄντως ὄντα Θεὸν ἐπέστραπτο, προσέτι δὲ καὶ ἄλλοις ὡς ἱεράρχης ἡγεῖτο τῆς ἐπὶ τὴν ἀληθῆ καὶ μόνην θεαρχίαν ἀναγωγῆς.
4. Καὶ τοῦτο δὲ τὴν σὴν ἱεραρχικὴν σύνεσιν ὑπομνήσωμεν ὅτι καὶ τῷ Φαραὼ πρὸς τοῦ τοῖς Αἰγυπτίοις ἐπιστατοῦντος ἀγγέλου καὶ τῷ <τῶν> Βαβυλωνίων ἄρχοντι πρὸς τοῦ οἰκείου [καὶ] τὸ τῆς πάντων προνοίας καὶ κυριότητος κηδεμονικὸν καὶ ἐξουσιαστικὸν κατὰ τὰς ὁράσεις διεπορθμεύετο καὶ τοῖς ἔθνεσιν ἐκείνοις οἱ τοῦ ὄντως <ὄντος> Θεοῦ θεράποντες ἡγεμόνες καθίσταντο, τῆς τῶν τυπωθεισῶν ὑπὸ τῶν ἀγγέλων ὁρἁσεων ἐκφαντορίας τοῖς τῶν ἀγγέλων ἐγγὺς ἱεροῖς ἀνδράσι, τῷ Δανιὴλ καὶ τῷ Ἰωσήφ, ἐκ Θεοῦ δι' ἀγγέλων ἀποκαλυφθείσης. Μία γάρ ἐστιν ἡ πάντων ἀρχὴ καὶ πρόνοια, καὶ οὐδαμῶς οἰητέον Ἰουδαίων μὲν ἀποκληρωτικῶς ἡγεῖσθαι τὴν Θεαρχίαν, ἀγγέλους δὲ ἰδίως ἢ ὁμοτίμως ἢ ἀντιθέτως ἢ θεούς τινας ἑτέρους ἐπιστατεῖν τοῖς ἄλλοις ἔθνεσιν, ἀλλὰ καὶ τὸ λόγιον ἐκεῖνο κατὰ τήνδε τὴν ἱερὰν ἔννοιαν ἐκληπτέον οὐχ ὡς μερισαμένου Θεοῦ μεθ' ἑτέρων θεῶν ἢ ἀγγέλων τὴν καθ' ἡμᾶς ἡγεμονίαν καὶ τῷ Ἰσραὴλ εἰς ἐθνάρχην καὶ ἐθναγὸν ἀποκληρωθέντος, ἀλλ' ὡς αὐτῆς μὲν τῆς μιᾶς ἁπάντων ῾Υψίστου προνοίας πάντας ἀνθρώπους σωστικῶς ταῖς τῶν οἰκείων ἀγγέλων ἀνατατικαῖς χειραγωγίαις διανειμάσης, μόνου δὲ σχεδὸν παρὰ πάντας τοῦ Ἰσραὴλ ἐπὶ τὴν τοῦ ὄντως Κυρίου φωτοδοσίαν καὶ ἐπίγνωσιν ἐπιστραφέντος. Ὅθεν ἡ θεολογία τὸ μὲν ἑαυτὸν ἀποκληρῶσαι τὸν Ἰσραὴλ ἐπὶ τὴν τοῦ ὄντως <ὄντος> Θεοῦ θεραπείαν ἐμφαίνουσα τὸ «᾽Εγενήθη μερὶς Κυρίου» φησίν, ἐνδεικνυμένη δὲ τὸ καὶ αὐτὸν ἐν ἴσῳ τοῖς λοιποῖς ἔθνεσιν ἀπονεμηθῆναί τινι τῶν ἁγίων ἀγγέλων εἰς τὸ δι᾽ αὐτοῦ τὴν μίαν ἁπάντων ἀρχὴν ἐπιγνῶναι τὸν Μιχαὴλ ἔφη τοῦ Ἰουδαίων ἡγεῖσθαι λαοῦ, σαφῶς ἡμᾶς ἐκδιδάσκουσα τὸ μίαν εἶναι τὤν ὅλων πρόνοιαν ἁπασῶν τῶν ἀοράτων καὶ ὁρατῶν δυνάμεων ὑπερουσίως ὑπεριδρυμένην, πάντας δὲ τοὺς καθ' ἕκαστον ἔθνος ἐπιστατοῦντας ἀγγέλους ἐπ' αὐτὴν ὡς οἰκείαν ἀρχὴν τοὺς ἑπομένους ἐθελουσίως ὅση δύναμις ἀνατείνοντας.